Category Archives: Genesis
Genesis 7:4
Ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶν τὸ ανάστημα, ὃ ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς. For yet seven days I will bring rain upon the earth forty days and … Continue reading
Genesis 7:3
καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτά ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. and from the birds of the sky that … Continue reading
Genesis 7:2
Ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ· And from the domestic animals that are clean bring in with you seven by … Continue reading
Genesis 7:1
Καὶ εἶπεν Κύριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ. And the LORD God said to Noe, “Enter you and all your household … Continue reading
Genesis 6:22
Καὶ ἐποίησεν Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησεν. And Noe did all things whatever the LORD God commanded him, thus he did. ויעשׂ נח ככל אשׁר צוה אתו אלהים כן עשׂה׃ Septuagint Manuscripts … Continue reading
Genesis 6:21
Σὺ δὲ λήμψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγεῖν. Now you shall take to yourself from all the food which you eat, and you shall gather to yourself, and … Continue reading
Genesis 6:20
Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ … Continue reading
Genesis 6:19
Καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται. And from all the domestic … Continue reading
Genesis 6:18
Καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ· εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτόν, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. And I will establish my covenant with you; now you shall … Continue reading
Genesis 6:17
Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστιν πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ· καὶ ὅσα ἐὰν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει. Now behold I am bringing a deluge of water upon the … Continue reading