Author Archives: ΓΕΝΕΣΙΣ ΚΟΣΜΟΥ Genesis
Genesis 50:26
Καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ. And Ioseph died at one hundred ten years; and they buried him and placed him in a coffin in Egypt. וימת יוסף בן־מאה ועשׂר … Continue reading
Genesis 50:25
Καὶ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψεται ὑμᾶς ὁ Θεός, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾿ ὑμῶν. And Ioseph adjured the sons of Israel, saying, “In the visitation, which God will visit you, and … Continue reading
Genesis 50:24
Καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων· Ἐγὼ ἀποθνῄσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. And Ioseph spoke … Continue reading
Genesis 50:23
Καὶ εἶδεν Ἰωσὴφ Ἐφραῒμ παιδία ἕως τρίτης γενεᾶς, καὶ υἱοὶ Μαχὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ. And Ioseph saw the children of Ephraim to the third generation, and the sons of Machir the son of Manasse were born … Continue reading
Genesis 50:22
Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ. καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατὸν δέκα. And Ioseph dwelt in Egypt, he and his brothers and all the household of his father. And … Continue reading
Genesis 50:21
Καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. And he said to them, “Do not fear; I will maintain you and your households.” And he comforted them … Continue reading
Genesis 50:20
Ὑμεῖς ἐβουλεύσασθε κατ᾿ ἐμοῦ εἰς πονηρά, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, ἵνα διατραφῇ λαὸς πολύς. You deliberated against me for evil, but God deliberated for me for good, in order that it … Continue reading
Genesis 50:19
Καὶ εἶπεν αὐτοῖς Ἰωσήφ· Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. And Ιoseph said to them, “Do not fear; for I myself am of God. ויאמר אלהם יוסף אל־תיראו כי התחת אלהים אני׃ * εἰμι ἐγώ | ἐγώ εἰμι … Continue reading
Genesis 50:18
Καὶ ἐλθόντες πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ ἔπεσαν εἰς πρόσωπον αὐτοῦ καὶ εἶπαν· Ίδε ἡμεῖς σοι οἰκέται. And his brothers came to him and they fell down before his face and said, “Look, we are your household servants.” וילכו גם־אחיו ויפלו … Continue reading
Genesis 50:17
Οὕτως εἴπατε Ἰωσήφ· Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ἰωσὴφ λαλούντων αὐτῶν πρὸς αὐτόν. ‘Thus say to Ioseph, “Forgive them … Continue reading