Category Archives: Genesis
Genesis 19:36
Καὶ συνέλαβον αἱ δύο θυγατέρες Λὼτ ἐκ τοῦ πατρὸς αὐτῶν. And the two daughters of Lot conceived by their father. ותהרין שׁתי בנות־לוט מאביהן׃
Genesis 19:35
Ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν καὶ ἀναστῆναι. Then they also made their father drink wine on that night, … Continue reading
Genesis 19:34
Ἐγένετο δὲ τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ἰδοὺ ἐκοιμήθην ἐχθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ τὴν νύκτα ταύτην, καὶ εἰσελθοῦσα κοιμήθητι μετ᾿ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. Now the next … Continue reading
Genesis 19:33
Ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς τὴν νύκτα ἐκείνην· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν καὶ ἀναστῆναι. Then they made their father drink wine on that … Continue reading
Genesis 19:32
δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον καὶ κοιμηθῶμεν μετ᾿ αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. come and let us make our father drink wine and let us sleep with him and let us raise up offspring from … Continue reading
Genesis 19:31
Εἶπεν δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ· Now the elder said to the younger, “Our father is old, and there is … Continue reading
Genesis 19:30
Ἀνέβη δὲ Λὼτ ἐκ Σήγωρ καὶ ἐκάθητο ἐν τῷ ὄρει καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ· ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σήγωρ· καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ. Then Lot went up out … Continue reading
Genesis 19:29
Καὶ ἐγένετο ἐν τῷ ἐκτρῖψαι τὸν Θεόν πάσας τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ ἐξαπέστειλεν τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ. And it came … Continue reading
Genesis 19:28
καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γόμόῤῥας καὶ ἐπὶ πρόσωπον τῆς γῆς τῆς περιχώρου, καὶ εἶδεν, καὶ ἰδοὺ ἀνέβαινεν φλὸξ τῆς γῆς ὡσεὶ ἀτμὶς καμίνου. and he looked toward Sodom and Gomorrha and toward the surrounding region of the land, … Continue reading
Genesis 19:27
Ὤρθρισεν δὲ Ἀβραὰμ τὸ πρωὶ εἰς τὸν τόπον οὗ εἱστήκει ἐναντίον Κυρίου, Now Abraam rose up in the morning to go to the place where he had stood before the LORD, וישׁכם אברהם בבקר אל־המקום אשׁר־עמד שׁם את־פני יהוה׃ … Continue reading