Author Archives: ΓΕΝΕΣΙΣ ΚΟΣΜΟΥ Genesis

Genesis 47:2

Ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραώ. Then from his brothers, he took along five men and set them before Pharao. ומקצה אחיו לקח חמשׁה אנשׁים ויצגם לפני פרעה׃

Posted in Genesis | Comments Off on Genesis 47:2

Genesis 47:1

Ἐλθὼν δὲ Ἰωσὴφ ἀπήγγειλεν τῷ Φαραὼ λέγων· Ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς Χανάαν, καὶ ἰδού εἰσιν ἐν γῇ Γέσεμ. Then Ioseph came and announced … Continue reading

Posted in Genesis | Comments Off on Genesis 47:1

Genesis 46:34

Ἐρεῖτε· Ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γέσεμ Ἀραβίᾳ· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων. You shall say, ‘Your servants are men who kept … Continue reading

Posted in Genesis | Comments Off on Genesis 46:34

Genesis 46:33

Ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν· Τί τὸ ἔργον ὑμῶν ἐστιν; If then Pharao call you and say to you, ‘What is you occupation?’ והיה כי־יקרא לכם פרעה ואמר מה־מעשׂיכם׃    

Posted in Genesis | Comments Off on Genesis 46:33

Genesis 46:32

Οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν. Now the men are shepherds; for they were men who kept livestock; and they have brought their cattle and their cows … Continue reading

Posted in Genesis | Comments Off on Genesis 46:32

Genesis 46:31

Εἶπεν δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ· Οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χανάαν, ἥκασιν πρός με. Then Ioseph said to his brothers, “Going up I … Continue reading

Posted in Genesis | Comments Off on Genesis 46:31

Genesis 46:30

Καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσὴφ· Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς. And Israel said to Ioseph, “I shall die from now on, since I have seen your face, for you are still alive.” … Continue reading

Posted in Genesis | Comments Off on Genesis 46:30

Genesis 46:29

Ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ Ἡρώων πόλιν· καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν κλαυθμῷ πλείονι. Then Ioseph made ready his chariots, went up to meet Israel his … Continue reading

Posted in Genesis | Comments Off on Genesis 46:29

Genesis 46:28

Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ Ἡρώων πόλιν εἰς γῆν Ῥαμεσσή. Then he sent Iouda before him to Ioseph, to meet him toward the city of Heroes, into the land of Rhamesse. ואת־יהודה שׁלח לפניו … Continue reading

Posted in Genesis | Comments Off on Genesis 46:28

Genesis 46:27

Υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον, ἑβδομήκοντα πέντε. Now the sons of Ioseph who were born to him in the land of Egypt, were nine souls. All … Continue reading

Posted in Genesis | Comments Off on Genesis 46:27