Author Archives: Exodus
Exodus 19:16
Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπ᾿ ὄρους Σινά, φωνὴ τῆς σάλπιγγος ἤχει μέγα· καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ. Then it happened on the third … Continue reading
Exodus 19:15
Καὶ εἶπεν τῷ λαῷ· Γίνεσθε ἕτοιμοι τρεῖς ἡμέρας, μὴ προσέλθητε γυναικί. And he said to the people, “Be prepared for three days, do not go near a woman.” ויאמר אל־העם היו נכנים לשׁלשׁת ימים אל־תגשׁו אל־אשׁה׃ * prepared OR … Continue reading
Exodus 19:14
Κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια αὐτῶν. Then Moses went down from the mountain to the people and he sanctified them, and they washed their clothes. וירד משׁה מן־ההר אל־העם … Continue reading
Exodus 19:13
Οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται· ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. A hand shall … Continue reading
Exodus 19:12
Καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων· Προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ θιγεῖν τι αὐτοῦ· πᾶς ὁ ἁψάμενος τοῦ ὄρους θανάτῳ τελευτήσει. And you shall separate the people round about, saying: Pay attention to yourselves when ascending into … Continue reading
Exodus 19:11
καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐναντίον παντὸς τοῦ λαοῦ ἐπὶ τὸ ὄρος τὸ Σινὰ. and let them be prepared for the third day; for on the third day the LORD … Continue reading
Exodus 19:10
Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν· Καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια, Then the LORD said to Moses, “Go down to solemnly charge the people and purify them today and tomorrow, and let … Continue reading
Exodus 19:9
Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἀνήγγειλεν δὲ Μωυσῆς τὰ ῥήματα τοῦ λαοῦ πρὸς Κύριον. Then the LORD said … Continue reading
Exodus 19:8
Ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς ὁμοθυμαδὸν καὶ εἶπαν· Πάντα, ὅσα εἶπεν Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα. ἀνήνεγκεν δὲ Μωυσῆς τοὺς λόγους τοῦ λαοῦ πρὸς τὸν Θεόν. Then all the people answered in unison and said, “All things that the LORD has … Continue reading
Exodus 19:7
Ἦλθεν δὲ Μωυσῆς καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ παρέθηκεν αὐτοῖς πάντας τοὺς λόγους τούτους, οὓς συνέταξεν αὐτῷ Κύριος. Then Moses came and called the elders of the people and he set before them all these words, which the … Continue reading