Category Archives: Genesis
Genesis 25:5
Ἔδωκεν δὲ Ἀβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, But Abraam gave all his possessions to Isaak his son, ויתן אברהם את־כל־אשׁר־לו ליצחק׃
Genesis 25:4
Υἱοὶ δὲ Μαδιὰμ· Γαιφὰ καὶ Ἄφερ καὶ Ἑνὼχ καὶ Ἀβιδὰ καὶ Ἐλδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας. Now the sons of Madiam: Gaipha and Apher and Henoch and Abida and Eldaga. All these were sons of Chettoura. ובני מדין עיפה … Continue reading
Genesis 25:3
Ἰεξὰν δὲ ἐγέννησεν τὸν Σαβὰ καὶ τὸν Θαιμὰν καὶ τὸν Δαιδάν· υἱοὶ δὲ Δαιδὰν ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσσουριὶμ καὶ Λατουσιίμ καὶ Λοωμίμ. Then Ieksan begot Saba and Thaiman and Daidan; now the sons of Daidan were Ragouel and … Continue reading
Genesis 25:2
Ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμρὰν καὶ τὸν Ἰεξὰν καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε. Then she bore to him Zemran and Ieksan and Madan and Madiam and Iesbok and Soue. ותלד לו את־זמרן ואת־יקשׁן … Continue reading
Genesis 25:1
Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Χεττουρα. Now again Abraam took a wife, whose name was Chettoura. ויסף אברהם ויקח אשׁה ושׁמה קטורה׃
Genesis 24:67
Εἰσῆλθεν δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ. Then Isaak went into the house of his mother and took Rhebekka, … Continue reading
Genesis 24:66
Καὶ διηγήσατο ὁ παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα ἃ ἐποίησεν. And the servant naarrated to Isaak all the matters which he had done. ויספר העבד ליצחק את כל־הדברים אשׁר עשׂה׃ * narrated OR related OR recounted OR described
Genesis 24:65
καὶ εἶπεν τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπεν δὲ ὁ παῖς· Οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο. and she said to the servant, “Who is … Continue reading
Genesis 24:64
Καὶ ἀναβλέψασα Ῥεβέκκα τοῖς ὀφθαλμοῖς εἶδεν τὸν Ἰσαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου, And Rhebekka looking up with the eyes saw Isaaκ and she alighted from the camel, ותשׂא רבקה את־עיניה ותרא את־יצחק ותפל מעל הגמל׃
Genesis 24:63
Καὶ ἐξῆλθεν Ἰσαάκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν καμήλους ἐρχομένας. And Isaak went out into the field toward evening to meditate and looking up with the eyes, he saw camels coming. ויצא יצחק … Continue reading