Author Archives: ΓΕΝΕΣΙΣ ΚΟΣΜΟΥ Genesis
Genesis 48:11
Καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσὴφ· Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέν μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. And Israel said to Ioseph, “Look, I was not deprived of seeing your face, and look, God has shown … Continue reading
Genesis 48:10
Οἱ δὲ ὀφθαλμοὶ Ἰσραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς. Now the eyes of Israel were dim because of old age, and he was not able to … Continue reading
Genesis 48:9
Εἶπεν δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· Υἱοί μού εἰσιν, οὓς ἔδωκέν μοι ὁ Θεὸς ἐνταῦθα. καὶ εἶπεν Ἰακώβ· Προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς. Then Ioseph said to his father, “They are my sons, whom God gave me here.” And … Continue reading
Genesis 48:8
Ἰδὼν δὲ Ἰσραήλ τοὺς υἱοὺς Ἰωσὴφ εἶπεν· Τίνες σοι οὗτοι; Then Israel seeing the sons of Ioseph, he said, “Who are these to you?” וירא ישׂראל את־בני יוסף ויאמר מי־אלה׃ * to you OR with you
Genesis 48:7
Ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανεν Ῥαχὴλ ἡ μήτηρ σου ἐν γῇ Χανάαν ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν Ἐφράθα, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου· αὕτη ἐστὶν Βηθλεέμ. Now when … Continue reading
Genesis 48:6
Τὰ δὲ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται, ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. But the descendants, that you may beget after this, they shall be yours, they shall be called by the … Continue reading
Genesis 48:5
Νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆ ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι. Now then, your two sons who were born to … Continue reading
Genesis 48:4
καὶ εἶπέν μοι· Ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. and said to me, ‘Behold, I will increase you … Continue reading
Genesis 48:3
Καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσὴφ· Ὁ Θεός μου ὤφθη μοι ἐν Λοῦζα ἐν γῇ Χανάαν καὶ εὐλόγησέν με And Iakob said to Ioseph, “My God appeared to me in Louza, in the land of Chanaan and he blessed me ויאמר … Continue reading
Genesis 48:2
Ἀπηγγέλη δὲ τῷ Ἰακὼβ λέγοντες· Ἰδοὺ ὁ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. Then it was reported to Iakob, saying, “Look, your son Ioseph is coming to you.” And Israel strengthened himself and sat on … Continue reading