Author Archives: Πεντάτευχος

About Πεντάτευχος

Πεντάτευχος

Genesis 40:20

Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἡμέρα γενέσεως ἦν Φαραώ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ ἀρχιοινοχόου καὶ τῆς ἀρχῆς τοῦ ἀρχισιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ. Now it came to be on … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:20

Genesis 40:19

Ἔτι τριῶν ἡμερῶν ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ, καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ. Yet three days Pharao will take away your head from you, and he will … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:19

Genesis 40:18

Ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ· Αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν. Then answering Ioseph said to him, “This is the interpretation of it: the three baskets are three days. ויען יוסף ויאמר זה פתרנו שׁלשׁת הסלים … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:18

Genesis 40:17

Ἐν δὲ τῷ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν, ὧν Φαραὼ ἐσθίει, ἔργον σιτοποιοῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου. Now in the basket above from all kinds, which Pharao … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:17

Genesis 40:16

Καὶ εἶδεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθῶς συνέκρινεν, καὶ εἶπεν τῷ Ἰωσὴφ· Κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου. And the chief baker saw that he interpreted properly, and he said to Ioseph, “I also … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:16

Genesis 40:15

Ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν, ἀλλ᾿ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. For by stealth I was stolen out of the land of the Hebrews and here I have done nothing, but they have … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:15

Genesis 40:14

Ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσῃ περὶ ἐμοῦ Φαραὼ καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου. But remember me through yourself, when it shall be well with you, and you … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:14

Genesis 40:13

Ἔτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοίαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν. Yet three days and Pharao will … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:13

Genesis 40:12

Καὶ εἶπεν αὐτῷ Ἰωσὴφ· Τοῦτο ἡ σύγκρισις αὐτοῦ· οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν. And Ioseph said to him, “This is the interpretation of it: the three stems are three days. ויאמר לו יוסף זה פתרנו שׁלשׁת השׂרגים שׁלשׁת ימים … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:12

Genesis 40:11

Καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραώ. And the cup of Pharao was in my hand; and I took the grapes … Continue reading

Posted in Genesis | Comments Off on Genesis 40:11