Author Archives: ΓΕΝΕΣΙΣ ΚΟΣΜΟΥ Genesis
Genesis 43:2
Ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· Πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα. Then it came to pass when they had finished eating the grain, which they had brought out … Continue reading
Genesis 43:1
Ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς. But the famine prevailed in the land. והרעב כבד בארץ׃ * prevailed OR was severe
Genesis 42:38
Ὁ δὲ εἶπεν· Οὐ καταβήσεται ὁ υἱός μου μεθ᾿ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. But he … Continue reading
Genesis 42:37
Εἶπεν δὲ Ῥουβὴν τῷ πατρὶ αὐτοῦ λέγων· Τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ· δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ. Then Rhouben said to his father, saying, “Kill my two sons, … Continue reading
Genesis 42:36
Εἶπεν δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν· Ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὐκ ἔστιν, Συμεὼν οὐκ ἔστιν, καὶ τὸν Βενιαμὶν λήμψεσθε· ἐπ᾿ ἐμὲ ἐγένετο πάντα ταῦτα. Then Iakob their father said to them, “You have bereaved me of children. Ioseph is not, … Continue reading
Genesis 42:35
Ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν, αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν. Then it came to pass when … Continue reading
Genesis 42:34
καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ᾿ ὅτι εἰρηνικοί ἐστε, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύεσθε. and bring to me your younger brother, and I shall know … Continue reading
Genesis 42:33
Εἶπεν δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς· Ἐν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ᾿ ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε Then the man, the lord of the land, said … Continue reading
Genesis 42:32
Δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χανάαν. We are twelve brothers, sons of our father; one no longer exists, but the smaller is with our … Continue reading
Genesis 42:31
Εἴπαμεν δὲ αὐτῷ· Εἰρηνικοί ἐσμεν, οὔκ ἐσμεν κατάσκοποι. Then we said to him, “We are peaceable, we are not spies. ונאמר אליו כנים אנחנו לא היינו מרגלים׃ * peaceable OR peaceful