Author Archives: Exodus

About Exodus

ΕΞΟΔΟΣ

Exodus 33:18

Καὶ λέγει· Δεῖξόν μοι τὴν δόξαν σεαυτοῦ. And he says, “Show to me your own glory.” ויאמר הראני נא את־כבדך׃   *   Δεῖξόν | Ἐμφάνισόν *   τὴν δόξαν σεαυτοῦ | τὴν σεαυτοῦ δόξαν | τὴν σεαυτοῦ | σεαυτοῦ δόξαν  

Posted in Exodus | Comments Off on Exodus 33:18

Exodus 33:17

Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν· Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. And the LORD said to Moses, “And I will do for you this word, which you have … Continue reading

Posted in Exodus | Comments Off on Exodus 33:17

Exodus 33:16

καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ᾿ ἢ συμπορευομένου σου μεθ᾿ ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τῆς γῆς ἐστιν. and … Continue reading

Posted in Exodus | Comments Off on Exodus 33:16

Exodus 33:15

Καὶ λέγει πρὸς αὐτόν· Εἰ μὴ αὐτὸς σὺ πορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν· And he says to him, “If you yourself do not go, do not bring me up from here; ויאמר אליו אם־אין פניך הלכים אל־תעלנו מזה׃   *  … Continue reading

Posted in Exodus | Comments Off on Exodus 33:15

Exodus 33:14

Καὶ λέγει· Αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε. And he says, “I myself will go before you, and I will give you rest.” ויאמר פני ילכו והנחתי לך׃      

Posted in Exodus | Comments Off on Exodus 33:14

Exodus 33:13

Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἵνα ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. If then I have found favor before you, reveal … Continue reading

Posted in Exodus | Comments Off on Exodus 33:13

Exodus 33:12

Καὶ εἶπεν Μωυσῆς πρὸς Κύριον· Ἰδοὺ σύ μοι λέγεις· Ἀνάγαγε τὸν λαὸν τοῦτον· σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς μετ᾿ ἐμοῦ· σὺ δέ μοι εἶπας· Οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ᾿ ἐμοί. And Moses said to the … Continue reading

Posted in Exodus | Comments Off on Exodus 33:12

Exodus 33:11

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν, ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυῆ νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. And the LORD spoke to Moses face to … Continue reading

Posted in Exodus | Comments Off on Exodus 33:11

Exodus 33:10

καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς, καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. and all the people saw the pillar of the cloud standing by … Continue reading

Posted in Exodus | Comments Off on Exodus 33:10

Exodus 33:9

Ὡς δ᾿ ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωυσῇ· And whenever Moses entered into the tent, the pillar of the cloud would descend and stand at … Continue reading

Posted in Exodus | Comments Off on Exodus 33:9