Καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμοῤῥαίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὑαίων καὶ Ἰεβουσαίων, ἣν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ μηνὶ τούτῳ.
And it will be whenever the LORD your God brings you into the land of the Chananites and the Chettites and Amorites and Pherezites and Gergesites and Hevites and Iebousites, which he swore to your fathers to give to you, a land flowing with milk and honey, and you shall perform this service in this month.
והיה כי־יביאך יהוה אל־ארץ הכנעני והחתי והאמרי והחוי והיבוסי אשׁר נשׁבע לאבתיך לתת לך ארץ זבת חלב ודבשׁ ועבדת את־העבדה הזאת בחדשׁ הזה׃
* ὁ Θεός σου = אלהיך in Samaritan Pentateuch ; Masoretic Text omits אלהיך
* Χαναναίων καὶ Χετταίων καὶ Ἀμοῤῥαίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὑαίων καὶ Ἰεβουσαίων (LXX text conjectured from Samaritan Pentateuch ; Masoretic Text omits καὶ Φερεζαίων καὶ Γεργεσαίων) | Χαναναίων καὶ Χετταίων καὶ Εὑαίων καὶ Γεργεσαίων καὶ Ἀμοῤῥαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων | Χαναναίων καὶ Χετταίων καὶ Ἀμοῤῥαίων καὶ Εὑαίων καὶ Ἰεβουσαίων καὶ Γεργεσαίων καὶ Φερεζαίων | Χαναναίων καὶ Χετταίων καὶ Ἀμοῤῥαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Εὑαίων καὶ Γεργεσαίων