Author Archives: Exodus

About Exodus

ΕΞΟΔΟΣ

Exodus 23:27

Καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη, εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς, καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας. And I will send the fear ahead of you and I will confound all the nations, … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:27

Exodus 23:26

Οὐκ ἔσται ἄγονος οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω. There shall not be a childless or a barren on your land; I will fulfill the number of your days. לא תהיה משׁכלה ועקרה בארצך … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:26

Exodus 23:25

Καὶ λατρεύσεις Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸ ὕδωρ σου καὶ ἀποστρέψω μαλακίαν ἀφ᾿ ὑμῶν. And you shall serve the LORD your God, and I will bless your bread and your water and I will … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:25

Exodus 23:24

Οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν. You shall not worship their gods, nor serve them; you shall not do according to their … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:24

Exodus 23:23

Πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Ἀμοῤῥαῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Εὑαῖον καὶ Ἰεβουσαῖον, καὶ ἐκτρίψω αὐτούς. For my angel will go, leading you, and will bring you to … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:23

Exodus 23:22

Ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ, ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:22

Exodus 23:21

Πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε, τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ᾿ αὐτῷ. Pay attention to yourself and listen to him and do not disobey him; for he will not give way … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:21

Exodus 23:20

Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. And behold, I send my angel before your face, in order to guard you in … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:20

Exodus 23:19

Τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. The first fruits of the first products of your land you shall bring into the house of the … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:19

Exodus 23:18

Ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου, οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου, οὐδὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωί. For when I shall cast out the nations from your face and … Continue reading

Posted in Exodus | Comments Off on Exodus 23:18